ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιοἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸνἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίηκαὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶςαὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναιἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃτεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρακαὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦραμακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶννῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλοςαἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖανκάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιοκαὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,