αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρηνἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺςαὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷμέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσιμοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸςβλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεναἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζανὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησανμνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλωνἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστοςκούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλονταἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαιδήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·