τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶθυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλωςκεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζεκλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐωῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσινοἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπεινευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλενἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμαἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξουδηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρλείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμηνοἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσανὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας