κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶνοὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτωνξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆαςἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦροςβοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετραπληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξοναὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺςτόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρηνἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηροςκεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμαἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλληνμύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσικαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμακουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,