ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειενὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆςῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼςἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃγυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρηςκείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸνἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντωνπρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζεἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχειἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξονδὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαιἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαιμολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦπὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.