ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονταιοἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλωνἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσειςμή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαιἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσανμνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιοΤηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτηςἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζεπροβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσηςβύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμαπάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖταιἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶνωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.