κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶνἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτινμνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼνῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμονἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσινἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖοκρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμικαὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·