ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖνχειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶνἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖνδαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούειςμύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλοςἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλουςβλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζεἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶςἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξονἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσειςἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλοςπῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιονξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξονἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύωνἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·