κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣςἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ὢ πόποι, ἦ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲνἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαιτόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖοἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοικάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπανταςἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳτόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέαλίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.