ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσινοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσαςἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνωοἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσαεὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσωοἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειταΤηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντιΠαρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμουςὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηταιἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξονἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶκληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζεπροβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς