πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθαἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸνἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκωνἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσειθυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιτεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷγῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων