τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρονἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃκαλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶνἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρηἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσαςἼφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊνοἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺςἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραννηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺςπαιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντοδώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶκάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃγνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνενἼφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺςἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶνᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο