ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζεεἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφωκαὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμινἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτομνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆοςἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντεςΤηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργωνἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντεςἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρονκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντοἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρθησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.