ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλονδμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίηνἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπεινοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τεμνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύωγήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαιμύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνηἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέωνδακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέωνεἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲοὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.