πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντοἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγειΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνηλώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλονδύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισιμνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιονξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸςἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳδμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺςἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷσαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτοἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳφαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,μήλων σφαζομένων οἴνοιό τε πινομένοιοκαὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴητεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκαςῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·