μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τεἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιοχλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνονκρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευενἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξωπάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστινοἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆςκαὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδηπαύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβηνἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·