εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκεςἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτηςτρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνταιοἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.αἶγας ἄγων αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμαἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐωπρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμοναἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλουςἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναιἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσωὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.