αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθεκώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷκεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκεςἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναιὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσαἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτιςἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖανωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθααἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζωνὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσειμοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνηοὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳκαὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.