Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροιἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνηκαρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδηἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶκάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆςἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσενὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμηςστῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμαστείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαινανστήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.