ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιοῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντοςἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸςτῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτετούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸςεὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτοἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιοἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺςοἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσονἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσειςκεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοιδιογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴμήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντανόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.