οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσαἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺςὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάνταεἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλαςἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντανόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσωἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖανσῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξωπολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστηΜέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστωσκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιολαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρωἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίωςοἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντεςἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι