κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺςδὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδηἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύειπάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶνφραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶπαυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷοἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσινοἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιοφοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺςὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼςπαρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷτίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶνμνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,