τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦνἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαιἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνεινἸκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμωνδώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦςοἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπωνἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖταςὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινονἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺςὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιοπλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰςδεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ἉλιθέρσηςΜαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστοὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·