τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃςἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶνλήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθειςἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆςὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσινἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσαδίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαννεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴςἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσωνεὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαιναπυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦςἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάωνμνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴοἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τεἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·