γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρονἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆοςοἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσινἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσικαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμακουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωνταςνευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισιτέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκανἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσαλέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺςᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,