ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷκτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσινἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείληςπᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντοἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνιςἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησαπυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρονἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺςπέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθροςπᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι