τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴτῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσαςἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλαςδμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςμαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκειοἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺςθερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,