οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιοφρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺςἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦςγουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντιλικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιοδῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸνἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιοεὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντεςκαρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπονεἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρχαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξενὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσαγνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γεπρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺςχεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,