τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκεπαυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαιπαιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμαἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιοχερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊκύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισιδεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταδαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺςἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃΠαρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούραςἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶνἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθενυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺςἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,