ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺςἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳπίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιογῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκεςξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνωνοὐκ ἐάᾳς νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείηςκαὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸςκήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσινἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊνἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντατοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺςἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσαοὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνωοὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντιΠαρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστοκλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκενἙρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖενἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμονπαῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·