ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηταιἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνωντοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργονἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶνἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισινδαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσωζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσιπάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόενταἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντανοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷγίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιοτάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδεξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσαἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺςἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.