καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκακαλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦεἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλωνὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴνκείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺςᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸντῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασακουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσωὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσαἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰαἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρουςὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷΖεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο