εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺςθυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηροςἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισιξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόνταεἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτοαὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺςἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.