οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσειςπλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρηςἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποιπολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνωςἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου ΔευκαλίωνοςΔευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσωᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼςοἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείραςκαὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ