ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺςἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμονἾρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσωἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόνταςλακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶχεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺςἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆςεἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναιλυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσωἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσαςἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδεεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας