ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳκατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλονπτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαιἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃπλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρτοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶνδείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺςζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺςκαλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοιστήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνηἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃδειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,