αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαιπρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιοδαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷβρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεΝίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλονδμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις ὈδυσῆοςΤηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσισπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.