εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσειςἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμονβούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτοὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργουνήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίωνσήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρεκαὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.ἀλλὰ μάλʼ ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής·καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύειςθαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ ὈδυσσεὺςἈμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖραδεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·