τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσιδώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστηςταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισινἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνηλώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλονδύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦκὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,