ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸνμειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαιχρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτοςἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶραοἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴντρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινονδμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιναὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴνἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.