οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαιοἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισινἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶνεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τεὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺςἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶνἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχισταἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώωαὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισινὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσειοὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατραμνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.