ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴαὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸναἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιοπαντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισινἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλοςοἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθημνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισινεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσινἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,