θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτομᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπαἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλισταἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθιἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκειἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντααὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάωνἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρενἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρειαχρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιοφθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·