καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσωὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπωνοἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτινἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμωνοἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐωμνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν ἈθήνηΤηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα