ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυπτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲςοὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτηςὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσωαἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴηαὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐωδεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμηνκόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόνταςγναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδεμαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάωνοὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊνχερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,