αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτοςβῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇτέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.