Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμικούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόνταοὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθιμεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοιλύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλωςαἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπωνἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸςμνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷμή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·