ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεβλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπειαβλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμαἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθιἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαιεἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσταιἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶταεἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξαἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·