ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γεὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδελάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνεὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβαςῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσωξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγονταἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβαςῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκειἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντοἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθενξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴνΤηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισιλάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,