μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλονδμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζηςκείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρηνσίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺςαὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶνἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοισίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιονὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰοἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκενΑἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτληστῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,